1.

[3.31] (§ 31 Cfr. M IX 382) ἀλλ' εἰ μὲν ἑνὶ ἐμπεριέχεται τόπῳ, οὐκ ἔσται γραμμὴ ἀλλὰ στιγμή˙ ῥυὲν γὰρ ἐνοεῖτο γραμμή. εἰ δὲ τόπον ἐκ τόπου μετέρχεται, ἤτοι, ὡς προεῖπον, ὃν μὲν ἀπολεῖπον ὃν δὲ ἐπιλαμβάνον μετέρχεται, ἢ οὗ μὲν ἐχόμενον τόπου εἰς ὃν δὲ ἐκτεινόμενον. ἀλλ' εἰ ὃν μὲν ἀπολεῖπον ὃν δὲ ἐπιλαμβάνον, πάλιν οὐκ ἔσται γραμμὴ ἀλλὰ στιγμή.