1.

[3.34] (§ 34 Cfr. M IX 386) ὥστε οὐχ ἕν ἐστι σημεῖον ἡ γραμμή. καὶ μὴν οὐδὲ [τὰ] πολλὰ σημεῖα στοιχηδὸν κείμενα. ταῦτα γὰρ τὰ σημεῖα ἤτοι ψαύοντα ἀλλήλων νοεῖται ἢ οὐ ψαύοντα. καὶ εἰ μὲν οὐ ψαύοντα ἀλλήλων, μεσολαβούμενα τόποις τισὶ διορισθήσεται, καὶ τόποις διοριζόμενα οὐκέτι ποιήσει μίαν γραμμήν.