1.

[3.35] (§ 35 Cfr. M IX 387) εἰ δὲ ψαύοντα ἀλλήλων νοοῖτο, ἤτοι ὅλα ὅλων ἅψεται ἢ μέρεσι μερῶν (Cfr. PH III 45sq.). καὶ εἰ μὲν μέρεσι μερῶν ἅψεται, οὐκ ἔσται αὐτὰ ἔτι ἀδιάστατα καὶ ἀμερῆ˙ τὸ γὰρ μέσον δυοῖν σημείων λόγου χάριν νοούμενον σημεῖον ἄλλῳ μὲν μέρει ἅψεται τοῦ ἔμπροσθεν σημείου, ἄλλῳ δὲ τοῦ ὄπισθεν, οὐ τῷ αὐτῷ δὲ τῆς ἐπιπέδου, διαφέροντι δὲ τοῦ ἄλλου τόπου, ὥστε μηκέτ' αὐτὸ ταῖς ἀληθείαις ἀμερὲς τυγχάνειν ἀλλὰ πολυμερές.