1.

[3.36] (§ 36 Cfr. M IX 388-389) εἰ δὲ ὅλα ὅλων ἅψαιτο σημεῖα, δῆλον ὡς ἐν σημείοις σημεῖα περισχεθήσεται καὶ τὸν αὐτὸν ἐφέξει τόπον˙ ταύτῃ τε οὐκ ἔσται στοιχηδὸν κείμενα, ἵνα γένηται γραμμή, ἀλλ' εἰ τὸν αὐτὸν ἐπέσχηκε τόπον, μία καταστήσεται στιγμή. εἴπερ οὖν, ἵν' ἐπινοηθῇ γραμμή, δεῖ προ[σ]επινοεῖσθαι τὸ σημεῖον ἐξ οὗ λαμβάνει τὴν νόησιν, ἐπιδέδεικται δὲ μήτε σημεῖον οὖσα μήτε ἐκ σημείων σύνθετος, οὐδὲν ἔσται γραμμή.