1.

[3.37] (§ 37 Cfr. M IX 390-391) Καὶ μὴν πάρεστιν ἀποστάντας τῆς τοῦ σημείου νοήσεως προηγουμένως ἀναιρεῖν τὴν γραμμὴν καὶ τὸ ἀνεπινόητον αὐτῆς διδάσκειν. γραμμὴ γάρ ἐστιν, ὡς αὐτῶν πάρεστιν ἀκούειν τῶν γεωμετρῶν, μῆκος ἀπλατές (Cfr. § 20), σκεψάμενοι δὲ ἡμεῖς ἀκριβῶς οὔτε ἐν τοῖς νοητοῖς οὔτε ἐν τοῖς αἰσθητοῖς εὑρήσομεν δυνάμενόν τι ληφθῆναι μῆκος ἀπλατές.