1.

[3.39] (§ 39 Cfr. M IX 392) ἐν δὲ τοῖς νοητοῖς, καθόσον ἕτερον μὲν ἑτέρου στενώτερον δυνάμεθα νοῆσαι μῆκος, ὅταν δὲ τὸ αὐτὸ μῆκος κατ' ἰσότητα φυλάττοντες σχίζωμεν ταῖς ἐπινοίαις τὸ πλάτος καὶ ἄχρι τινὸς τὸ αὐτὸ ποιῶμεν, ἔλαττον μὲν τὸ πλάτος καὶ ἔλαττον γινόμενον νοήσομεν, ἐπειδὰν δὲ ἅπαξ φθάσωμεν στερῆσαι τοῦ πλάτους τὸ μῆκος, οὐκέτι οὐδὲ μῆκος φαντασιούμεθα, ἀλλ' ἀναιρεῖται καὶ ἡ τοῦ μήκους ἐπίνοια.