1.

[3.41] (§ 41 Cfr. M IX 395) ἐπισυνθετικῶς δὲ καθάπερ ἀπὸ ἵππου καὶ ἀνθρώπου ἱπποκένταυρος˙ ἵππεια γὰρ καὶ βρότεια μίξαντες μέλη ἐφαντασιώθημεν τὸν μήτε ἄνθρωπον μήτε ἵππον ἀλλ' ἐξ ἀμφοτέρων σύνθετον ἱπποκένταυρον.