1.

[3.47] (§ 47 Cfr. M IX 399) καὶ μὴν οὐδὲ κατ' ἐπισύνθεσιν οἷόν τέ ἐστι προβαίνειν τοῖς γεωμέτραις αὐτοῦ τὴν ἐπίνοιαν˙ εἰπάτωσαν γὰρ ἡμῖν τίνα τῶν ἐκ περιπτώσεως ἐναργῶς γινωσκομένων μετὰ τίνων συνθέντες νοήσομεν τὸ ἀπλατὲς μῆκος, ὡς πρότερον ἐπ' ἀνθρώπου καὶ ἵππου ποιοῦντες ἐφαντασιούμεθα ἱπποκένταυρον.