1.

[3.49] τὰ γὰρ κατὰ ἀναλογίαν νοούμενα ἔχει τι κοινὸν πρὸς τὰ ἀφ' ὧν νοεῖται, οἷον ἀπὸ τοῦ κοινοῦ μεγέθους τῶν ἀνθρώπων παραυξητικῶς ἐνοήσαμεν τὸν Κύκλωπα καὶ μειωτικῶς τὸν πυγμαῖον, ὥστε εἶναί τι κοινὸν τοῖς κατὰ ἀναλογίαν νοουμένοις πρὸς ἐκεῖνα τὰ ἀφ' ὧν νοεῖται. οὐδὲν δ' ἔχομεν κοινὸν τοῦ τε ἀπλατοῦς καὶ τοῦ σὺν πλάτει νοουμένου μήκους, ἵν' ἀπ' ἐκείνου ὁρμηθέντες νοήσωμεν τὸ ἀπλατὲς μῆκος.