1.

[3.52] λαβόντες γοῦν ὁποιονδήποτε μῆκος σὺν ποσῷ πλάτει, φασὶν ὅτι μειοῦμεν κατ' ἐπίτασιν τουτὶ τὸ πλάτος ἀεὶ καὶ μᾶλλον τὴν στενότητα ἐπιτείνοντες, εἶθ' οὕτως τὸ κατ' ἐπίτασιν νοούμενον ἀπλατὲς εἶναι μῆκος λέγομεν˙ εἰ γὰρ κατ' ὀλίγον ἐλαττοῦται στενούμενον τὸ πλάτος κατ' ἐπίτασιν, ἐλεύσεταί ποτε καὶ εἰς ἀπλατὲς μῆκος, καταληξάσης εἰς τοῦτο τῆς νοήσεως.