1.

[3.59] (§ 59 Cfr. M IX 413) ὅθεν καὶ ἐνδέχεται συμπλέξαντας τὸ τοῦ τοίχου μῆκός τινι πλάτει καὶ ὁτῳδηποτοῦν νόησιν αὐτοῦ ποιεῖσθαι˙ ὥστε μῆκος λαμβάνεσθαι τὰ νῦν οὐ χωρὶς παντὸς πλάτους, καθάπερ ἀξιοῦσιν οἱ ἀπὸ τῶν μαθημάτων, ἀλλὰ χωρὶς τοῦδέ τινος πλάτους. προύκειτο δὲ τῷ Ἀριστοτέλει παραστῆσαι οὐχ ὅτι τινὸς πλάτους ἀμοιρεῖ τὸ κατὰ τοὺς γεωμέτρας λεγόμενον μῆκος, ἀλλ' ὅτι παντὸς ἐστέρηται πλάτους˙ ὅπερ οὐκ ἀπέδειξεν.