1.

[3.60] (§ 60 Cfr. M IX 414) Ταῦτα μὲν οὖν περὶ τούτων˙ ἐπειδὴ δὲ οἱ γεωμέτραι καὶ πέρας ἐπιφανείας εἶναι λέγουσι τὴν γραμμήν, ὅ ἐστι μῆκος ἀπλατές, φέρε κοινότερον περὶ γραμμῶν ἅμα καὶ ἐπιφανειῶν διαπορῶμεν˙ οὕτω γὰρ εὐδιάβλητος καὶ ὁ ἐπὶ τὸ σῶμα γενήσεται λόγος.