1.

[3.66] (§ 66 Cfr. M IX 420) ζητῶμεν δὲ τὸν τρόπον τοῦτον˙ εἰ γὰρ κατ' αὐτοὺς πᾶν μέρος τῆς γραμμῆς ἔχει σημεῖον, τὸ δὲ σημεῖον στρεφόμενον κύκλον γράφει, δεήσει κατ' αὐτούς, ὅταν ἡ εὐθεῖα γραμμὴ στρεφομένη καὶ πᾶσι τοῖς ἑαυτῆς μέρεσι κυκλογραφοῦσα τὸ διάστημα καταμετρῇ 〈τὸ〉 τῆς ἀπὸ τοῦ κέντρου μέχρι τῆς ἐξωτάτης περιφερείας ἐπιπέδου, τότε ἤτοι συνεχεῖς ἀλλήλοις ὑπάρχειν τοὺς καταγραφομένους κύκλους ἢ διεστῶτας ἀπ' ἀλλήλων.