1.

[3.71] (§ 71 Cfr. M IX 426) Ἀπὸ δὲ τῆς αὐτῆς δυνάμεως ὁρμώμενοι ὁμοιότροπον τῇ προαποδοθείσῃ συνθήσομεν ἐπιχείρησιν. ἐπεὶ γάρ φασι τὴν κυκλογραφοῦσαν εὐθεῖαν γραμμὴν δι' ἑαυτῆς τὸν κύκλον καταγράφειν, συνερωτῶντες αὐτοὺς φήσομεν˙ εἰ ἡ κυκλογραφοῦσα εὐθεῖα γραμμὴ δι' ἑαυτῆς τὸν κύκλον καταγράφειν πέφυκεν, οὔκ ἐστι μῆκος ἀπλατὲς ἡ γραμμή˙ ἀλλὰ μὴν ἡ κυκλογραφοῦσα εὐθεῖα γραμμὴ δι' ἑαυτῆς τὸν κύκλον καταγράφει, ὡς ἐκεῖνοί φασιν˙ οὐκ ἄρα μῆκός ἐστιν ἀπλατὲς ἡ γραμμή, ὡς ἡμεῖς τοῦτο ἀκόλουθον ὂν ἐκείνοις διδάξομεν.