1.

[3.72] (§§ 72-73 Cfr. M IX 427) ὅταν γὰρ ἡ ἀπὸ τοῦ κέντρου ἀγομένη εὐθεῖα στρέφηται καὶ δι' ἑαυτῆς καταγράφῃ κύκλον, τότε ἤτοι κατὰ πάντων τῶν μερῶν τοῦ ἐντὸς τῆς περιφερείας πλάτους φέρεται ἡ εὐθεῖα γραμμή, ἢ οὐ κατὰ πάντων ἀλλὰ κατὰ τινῶν. καὶ εἰ μὲν κατὰ τινῶν φέρεται, οὐδὲ καταγράφει κύκλον, καθ' ὧν μὲν μερῶν φερομένη καθ' ὧν δὲ οὔ. εἰ δὲ κατὰ πάντων φέρεται, ὅλον τὸ τῆς περιφερείας καταμετρήσει πλάτος,