[47] Τοὺς ῥήτορας καὶ πάντας τοὺς ἐνδοξολογοῦντας τρισανθρώπους ἀπεκάλει ἀντὶ τοῦ τρισαθλίους. τὸν ἀμαθῆ πλούσιον πρόβατον εἶπε χρυσόμαλλον. θεασάμενος ἐπὶ ἀσώτου οἰκίᾳ ἐπιγεγραμμένον "πράσιμος" "ᾔδειν," εἶπεν, "ὅτι οὕτω κραιπαλῶσα ῥᾳδίως ἐξεμέσοις τὸν κύριον." πρὸς τὸ καταιτιώμενον μειράκιον τὸ πλῆθος τῶν ἐνοχλούντων, "παῦσαι γάρ," ἔφη, "καὶ σὺ τὰ δείγματα τοῦ πασχητιῶντος περιφέρων." πρὸς τὸ ῥυπαρὸν βαλανεῖον, "οἱ ἐνθάδε," ἔφη, "λουόμενοι ποῦ λούονται;" παχέος κιθαρῳδοῦ πρὸς πάντων μεμφομένου αὐτὸς μόνος ἐπῄνει˙ ἐρωτηθεὶς δὲ διὰ τί, ἔφη, "ὅτι τηλικοῦτος ὢν κιθαρῳδεῖ καὶ οὐ λῃστεύει." [47] Τοὺς ῥήτορας καὶ πάντας τοὺς ἐνδοξολογοῦντας τρισανθρώπους ἀπεκάλει ἀντὶ τοῦ τρισαθλίους. τὸν ἀμαθῆ πλούσιον πρόβατον εἶπε χρυσόμαλλον. θεασάμενος ἐπὶ ἀσώτου οἰκίᾳ ἐπιγεγραμμένον "πράσιμος" "ᾔδειν," εἶπεν, "ὅτι οὕτω κραιπαλῶσα ῥᾳδίως ἐξεμέσοις τὸν κύριον." πρὸς τὸ καταιτιώμενον μειράκιον τὸ πλῆθος τῶν ἐνοχλούντων, "παῦσαι γάρ," ἔφη, "καὶ σὺ τὰ δείγματα τοῦ πασχητιῶντος περιφέρων." πρὸς τὸ ῥυπαρὸν βαλανεῖον, "οἱ ἐνθάδε," ἔφη, "λουσάμενοι ποῦ λούνται;" παχέος κιθαρῳδοῦ πρὸς πάντων μεμφομένου αὐτὸς μόνος ἐπῄνει˙ ἐρωτηθεὶς δὲ διὰ τί, ἔφη, "ὅτι τηλικοῦτος ὢν κιθαρῳδεῖ καὶ οὐ λῃστεύει." [47] Τοὺς ῥήτορας καὶ πάντας τοὺς ἐνδοξολογοῦντας τρισανθρώπους [4041] ἀπεκάλει ἀντὶ τοῦ τρισαθλίους. Τὸν ἀμαθῆ πλούσιον πρόβατον εἶπε χρυσόμαλλον. Θεασάμενος ἐπὶ ἀσώτου οἰκίᾳ ἐπιγεγραμμένον "Πράσιμος" " Ἤιδειν," εἶπεν, "ὅτι οὕτω κραιπαλῶσα ῥᾳδίως ἐξεμέσεις τὸν κύριον." [4045] Πρὸς τὸ καταιτιώμενον μειράκιον τὸ πλῆθος τῶν ἐνοχλούντων, "Παῦσαι γάρ," ἔφη, "καὶ σὺ τὰ δείγματα τοῦ πασχητιῶντος περιφέρων." Πρὸς τὸ ῥυπαρὸν βαλανεῖον, "Οἱ ἐνθάδε," ἔφη, "λουόμενοι ποῦ λούονται;" Παχέος κιθαρῳδοῦ πρὸς πάντων μεμφομένου αὐτὸς μόνος ἐπῄνει˙ [40410] ἐρωτηθεὶς δὲ διὰ τί, ἔφη˙ " Ὅτι τηλικοῦτος ὢν κιθαρῳδεῖ καὶ οὐ λῃστεύει."