1.

[3.77] (§ 77 Cfr. M IX 430) Εἰ δὲ καὶ δοίημεν τὴν γραμμὴν μῆκος εἶναι ἀπλατές, τὰ ἀκόλουθα τούτοις ἔτι τούτων ἀπορώτερα. ὥσπερ γὰρ τὸ σημεῖον ῥυὲν ποιεῖ γραμμήν (Cfr. § 29), οὕτω καὶ ἡ γραμμὴ ῥυεῖσα ποιεῖ ἐπιφάνειαν κατ' αὐτούς, ἥτις ἐστί, φασί, πέρας σώματος δύο ἔχον διαστάσεις, μῆκος καὶ πλάτος.