1.

[3.78] (§§ 78-79 Cfr. M IX 431) εἴπερ οὖν ἡ ἐπιφάνεια πέρας ἐστὶ σώματος, τό γε σῶμα πάντως πεπερασμένον ἐστίν˙ καὶ εἰ τοῦτο, ὅτε παρατίθεται δύο σώματα ἀλλήλοις, τότε ἤτοι τὰ πέρατα τῶν περάτων ἢ τὰ πεπερατωμένα τῶν πεπερατωμένων ἅψεται 〈ἢ καὶ τὰ πεπερατωμένα τῶν πεπερατωμένων καὶ τὰ πέρατα τῶν περάτων〉, οἷον ἐπὶ τοῦ ἀμφορέως, εἰ νοήσαιμεν πέρας μὲν τὸ ἔξωθεν ὄστρακον πεπερατωμένον δὲ τὸν ἐν αὐτῷ οἶνον.