1.

[3.85] (§ 85 Cfr. M IX 371) Πρὸς τούτοις, εἴπερ μήκους καὶ πλάτους καὶ βάθους σύνοδος ποιεῖ σῶμα, ἤτοι πρὶν τῆς συνόδου ἕκαστον τούτων νοεῖται περιέχον ἐν ἑαυτῷ τὴν σωματότητα καὶ τοὺς ὥσπερ σωματικοὺς λόγους, ἢ μετὰ τὴν τούτων συνέλευσιν ἐπισυνέστη τὸ σῶμα. καὶ εἰ μὲν ἕκαστον τούτων πρὶν τῆς συνόδου νοεῖται περιεκτικὸν τῆς σωματότητος, ἔσται τούτων ἕκαστον σῶμα καὶ οὐ μετὰ τὴν σύνοδον αὐτῶν ἐκεῖνο γενήσεται.