1.

[3.89] εἰ δὲ συνελθόντα μεταβάλλει εἰς τὴν σωματότητα, ἐπεὶ τὸ ἐπιδεχόμενον μεταβολὴν εὐθέως ἐστὶ σῶμα, ἕκαστον τούτων καὶ πρὶν τῆς εἰς ταὐτὸ συνόδου ἔσται σῶμα, οὕτω τε καὶ τὸ ἀσώματον γενήσεται σῶμα. ὥσπερ τε τὸ σῶμα μεταβάλλον ἄλλην μὲν ἀντ' ἄλλης ἔχει ποιότητα, μένει δὲ οὐδὲν ἧσσον σῶμα, οἷον τὸ λευκόν, ἵνα μέλαν γένηται, καὶ τὸ γλυκύ, ἵνα πικρόν, καὶ ὁ οἶνος, ἵνα ὄξος, καὶ ὁ μόλιβδος, ἵνα ψιμμύθιον, καὶ ὁ χαλκός, ἵνα ἰός, ἄλλην μὲν ἀντ' ἄλλης ἀναδέχεται ποιότητα,