1.

[3.90] οὐκ ἐκβαίνει δὲ τοῦ σώματα εἶναι, ἀλλὰ καὶ τὸ μέλαν, ὅτε ἐκ λευκοῦ γέγονε μέλαν, καὶ τὸ πικρόν, ὅτε ἐκ τοῦ γλυκέος γέγονε πικρόν, καὶ τὸ ὄξος, ὅτε ἐκ τοῦ οἴνου γέγονεν ὄξος, μένει σώματα, οὕτω καὶ ταῦτα, εἴπερ μεταβάλλει εἰς σώματα, ἄλλα μὲν ἀντ' ἄλλων ἔσται σώματα, σώματα δὲ οὐδὲν ἧττον οὐ γὰρ ἐκβήσεται τὴν ἰδίαν φύσιν. εἰ οὖν οὔτε πρὶν τῆς συνελεύσεως τούτων ἔστι νοῆσαι τὸ σῶμα οὔτε μετὰ τὴν συνέλευσιν αὐτῶν, παρὰ δὲ ταῦτα οὐκ ἔστιν ἄλλως ἐπινοῆσαι, οὐδέν ἐστι σῶμα.