1.

[3.91] (§ 91 Cfr. M IX 375) πρὸς δὲ τούτοις, εἰ μηδέν ἐστι μῆκος μηδὲ πλάτος μηδὲ βάθος, οὐδὲ τὸ κατὰ μετουσίαν τούτων νοούμενον ἔσται σῶμα οὐχὶ δέ γε μῆκος ἔστιν οὐδὲ πλάτος οὐδὲ βάθος, ὡς διὰ τῶν ἔμπροσθεν παρεμυθησάμεθα οὐδὲ τὸ κατὰ μετουσίαν ἄρα τούτων νοούμενον ἔσται σῶμα.