1.

[3.96] διχῶς οὖν τοῦ ἴσου προσαγορευομένου, ὅταν οἱ γεωμέτραι τὴν εὐθεῖαν γραμμὴν ὑπογράφοντες φῶσιν ῾εὐθεῖά ἐστι γραμμὴ ἡ ἐξ ἴσου τοῖς ἑαυτῆς μέρεσι κειμένη᾽, ἤτοι τὸ κατὰ τὸ πρῶτον σημαινόμενον λαμβάνουσιν ἴσον ἢ τὸ κατὰ τὸ δεύτερον. ἀλλ' εἰ μὲν τὸ κατὰ τὸ πρῶτον, τελέως εἰσὶν ἀνόητοι˙ οὐδένα γὰρ ἔχει νοῦν τὸ εὐθεῖαν εἶναι γραμμὴν τὴν ἰσομεγέθη τοῖς ἑαυτῆς μέρεσι καὶ μήτε ὑπερέχουσαν ταῦτα μήτε ὑπερεχομένην ὑπὸ τούτων.