1.

[3.100] Οἷος δέ ἐστιν ὁ περὶ τῆς εὐθείας λόγος, τοιοῦτος γένοιτ' ἂν καὶ ὁ περὶ τῆς γωνίας. πάλιν γὰρ ὅταν ὑπογράφοντες λέγωσιν ὅτι γωνία ἐστὶ (γωνία ἐστίν similes deff.
Euclid. Elem. I def. 8 et Procli comm. ad l. p. 125, 18 (ed).
) δυοῖν εὐθειῶν μὴ κατάλληλα κειμένων τὸ ὑπὸ τὴν κλίσιν ἐλάχιστον, ἤτοι ἐλάχιστον λέγουσι τὸ ἀμερὲς σῶμα ἢ τὸ κατ' αὐτοὺς σημεῖον καὶ στιγμήν.