1.

[3.101] ἀλλὰ τὸ μὲν ἀμερὲς σῶμα οὐκ ἂν εἴποιεν, ἐπείπερ τοῦτο μὲν οὐδ' εἰς δύο μέρη δύναται διαιρεῖσθαι, ἡ δὲ γωνία κατ' αὐτοὺς ἐπ' ἄπειρον τέμνεται. καὶ ἄλλως, τῆς γωνίας ἣν μὲν μείζονά φασιν εἶναι ἣν δὲ μικροτέραν˙ τοῦ δὲ ἐλαχίστου σώματος οὐδέν ἐστι βραχύτερον, ἐπεὶ ἐκεῖνο ἀλλ' οὐ τοῦτο γενήσεται ἐλάχιστον.