1.

[3.107] (§ 107 Cfr. M IX 284) ὁριζόμενοι δὲ καὶ τὸν κύκλον φασὶ ῾κύκλος ἐστὶ (κύκλος ἐστὶ
Euclid. Elem. I def. 15
) σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν αἱ ἀπὸ τοῦ κέντρου προσπίπτουσαι εὐθεῖαι ἴσαι εἰσὶν ἀλλήλαις᾽ ματαιάζοντες˙ τοῦ γὰρ σημείου καὶ τῆς γραμμῆς καὶ τῆς εὐθείας καὶ ἔτι τοῦ ἐπιπέδου [καὶ 〈τῆς〉 γωνίας] ἀνῃρημένων οὐδὲ κύκλος ἐπινοηθῆναι δύναται.