1.

[3.114] (§ 114 Cfr. M IX 290) ἄλλως τε τὸ τέμνον πέρας ἤτοι μέσον τῶν δυοῖν στιγμῶν πῖπτον διχοτομεῖ τὴν γραμμήν, ἢ κατὰ μέσου φερόμενον τοῦ σημείου. ἀλλὰ τὸ μὲν κατὰ μέσου φέρεσθαι τοῦ σημείου τῶν ἀδυνάτων˙ δεήσει γάρ, ὡς πρότερον (Cfr. §§ 111 sq.) ἐλέγομεν, τὸ καθ' οὗ φέρεται μεριστὸν εἶναι καὶ μηκέτι ἀδιάστατον τυγχάνειν.