1.

[3.116] (§ 116 Cfr. M IX 294) οὐ μὴν ἀλλὰ κἂν δῶμεν αὐτοῖς τὰς ἀφαιρέσεις ποιεῖσθαι ἐπὶ τῶν αἰσθητῶν τούτων γραμμῶν, οὐ δυνήσονται οὐδ' οὕτως εὐοδῆσαι. ἢ γὰρ ἀφ' ὅλης τῆς γραμμῆς ἡ ἀφαίρεσις γενήσεται ἢ ἀπὸ μέρους, καὶ τὸ ἀφαιρούμενον ἢ ἴσον ἀπὸ ἴσου ἢ ἄνισον ἀπὸ ἀνίσου [ἢ ἐναλλὰξ] γενήσεται˙ οὐδὲν δὲ τούτων ἐστὶν εὔπορον, ὡς ἐν τῷ Πρὸς τοὺς γραμματικοὺς (Cfr. M I 162) καὶ ἐν τῷ Πρὸς τοὺς φυσικοὺς (Cfr. M IX 279 et 294) ὑπομνήματι παρεστήσαμεν˙ οὐκ ἄρα δυνατόν ἐστι τοῖς γεωμέτραις ἀφαιρεῖν τι καὶ τέμνειν ἀπὸ γραμμῆς.