[47] Τῶν δὲ διαδεξαμένων αὐτὸν τῶν λεγομένων Σωκρατικῶν οἱ κορυφαιότατοι μὲν Πλάτων, Ξενοφῶν, Ἀντισθένης˙ τῶν δὲ φερομένων δέκα οἱ διασημότατοι τέσσαρες, Αἰσχίνης, Φαίδων, Εὐκλείδης, Ἀρίστιππος. λεκτέον δὴ πρῶτον περὶ Ξενοφῶντος, εἶτα περὶ Ἀντισθένους ἐν τοῖς κυνικοῖς, ἔπειτα περὶ τῶν Σωκρατικῶν, εἶθ' οὕτω περὶ Πλάτωνος, ἐπεὶ κατάρχει τῶν δέκα αἱρέσεων καὶ τὴν πρώτην Ἀκαδήμειαν αὐτὸς συνεστήσατο. ἡ μὲν οὖν ἀκολουθία τοῦτον ἐχέτω τὸν τρόπον.
Γέγονε δὲ καὶ ἕτερος Σωκράτης, ἱστορικός, περιήγησιν Ἄργους γεγραφώς˙ καὶ ἄλλος περιπατητικός, Βιθυνός˙ καὶ ἕτερος ἐπιγραμμάτων ποιητής˙ καὶ ὁ Κῷος, ἐπικλήσεις θεῶν γεγραφώς.

[47] Τῶν δὲ διαδεξαμένων αὐτὸν τῶν λεγομένων Σωκρατικῶν οἱ κορυφαιότατοι μὲν Πλάτων, Ξενοφῶν, Ἀντισθένης˙
[1251] τῶν δὲ φερομένων δέκα οἱ διασημότατοι τέσσαρες, Αἰσχίνης, Ἀρίστιππος, Φαίδων, Εὐκλείδης. Λεκτέον δὴ πρῶτον περὶ Ξενοφῶντος, ἔπειτα περὶ τῶν Σωκρατικῶν, εἶθ' οὕτω περὶ Πλάτωνος, ἐπεὶ κατάρχει τῶν [1255] δέκα αἱρέσεων καὶ τὴν πρώτην Ἀκαδήμειαν αὐτὸς συνεστήσατο εἶτα περὶ Ἀντισθένους ἐν τοῖς Κυνικοῖς. Ἡ μὲν οὖν ἀκολουθία τοῦτον ἐχέτω τὸν τρόπον.
Γέγονε δὲ καὶ ἕτερος Σωκράτης, ἱστορικός, περιήγησιν Ἄργους γεγραφώς˙ καὶ ἄλλος, Περιπατητικός, Βιθυνός˙
[12510] καὶ ἕτερος, ἐπιγραμμάτων ποιητής˙ καὶ ὁ Κῷος, ἐπικλήσεις θεῶν γεγραφώς.