1.

[5.3] καὶ τοῦτ' εἰσόμεθα μικρὸν ἄνωθεν προλαβόντες περὶ τῶν συντεινόντων πρὸς τὴν ἐπισκεπτικὴν αὐτῶν μέθοδον. ἔσται δὲ ἐπιδρομικώτερον καὶ ὁλοσχερέστερον τὸ τῆς ὑφηγήσεως˙ τοῖς γὰρ προηγουμένως μετιοῦσι τὸ μάθημα τοῦτο τὰ τῆς ἀκριβείας συγκεχωρήσθω, ἡμῖν δὲ αὔταρκές ἐστι τούτων ἐπιμνησθῆναι ὧν χωρὶς οὐ δυνατὸν ἐπιβάλλειν ταῖς πρὸς τοὺς Χαλδαίους ἀντιρρήσεσιν.