1.

[5.9] ἔνιοι δὲ καὶ ἕκαστον ζῴδιον εἰς δωδεκατημόρια διελόντες τῇ αὐτῇ σχεδὸν ἐφόδῳ χρῶνται, οἷον ἐπὶ κριοῦ τὸ μὲν πρῶτον δωδεκατημόριον αὐτοῦ κριόν τε καλοῦσι καὶ ἄρρεν, τὸ δὲ δεύτερον ταῦρόν τε καὶ θῆλυ, τὸ δὲ τρίτον διδύμους τε καὶ ἄρρεν˙ καὶ ἐπὶ τῶν ἄλλων μοιρῶν ὁ αὐτὸς λόγος.