1.

[5.11] καὶ τροπικὰ μὲν ἐν οἷς γινόμενος ὁ ἥλιος μεταλλάσσει καὶ ποιεῖ τοῦ περιέχοντος τροπάς, οἷόν ἐστι ζῴδιον ὅ τε κριὸς καὶ τὸ τούτου διάμετρον, ὁ ζυγός, αἰγόκερώς τε καὶ καρκίνος˙ ἐν κριῷ μὲν γὰρ ἐαρινὴ γίνεται τροπή, ἐν αἰγοκέρῳ δὲ χειμερινή, ἐν καρκίνῳ δὲ θερινὴ καὶ ἐν ζυγῷ φθινοπωρινή. στερεὰ δὲ ὑπειλήφασι ταῦρόν τε καὶ τὸ διαμετροῦν, τουτέστι σκορπίον, λέοντά τε καὶ ὑδρηχόον [Note:
0. Sull'oscillazione ὑδρηχόος/ὑδροχόος cfr. §§ 22; 34 34; 92-93
].