1.

[5.12] Οὐ μὴν ἀλλὰ καὶ πάντων τούτων τὰ ἐπὶ ἑκάστης γενέσεως κυριεύοντα ζῴδια πρὸς τὴν τῶν ἀποτελεσμάτων ἔκβασιν, καὶ ἀφ' ὧν μάλιστα τὰς προαγορεύσεις ποιοῦνται, τέσσαρά φασιν εἶναι τὸν ἀριθμόν, ἅπερ κοινῷ μὲν ὀνόματι κέντρα καλοῦσιν, ἰδιαίτερον δὲ τὸν μὲν ὡροσκόπον τὸ δὲ μεσουράνημα τὸ δὲ δῦνον τὸ δὲ ὑπὸ γῆν καὶ ἀντιμεσουράνημα, ὃ καὶ αὐτὸ μεσουράνημά ἐστιν.