1.

[5.13] ὡροσκόπος μὲν οὖν ἐστιν ὅπερ ἔτυχεν ἀνίσχειν καθ' ὃν χρόνον ἡ γένεσις συνετελεῖτο, μεσουράνημα δὲ τὸ ἀπ' ἐκείνου τέταρτον ζῴδιον σὺν αὐτῷ ἐκείνῳ, δῦνον δὲ τὸ διαμετροῦν τὸν ὡροσκόπον, ὑπὸ γῆν δὲ καὶ ἀντιμεσουράνημα τὸ διαμετροῦν τὸ μεσουράνημα, οἷον (ἔσται γὰρ σαφὲς ἐπὶ παραδείγματος) καρκίνου ὡροσκοποῦντος μεσουρανεῖ μὲν κριός, δύνει δὲ αἰγόκερως, ὑπὸ γῆν δέ ἐστι ζυγός.