1.

[5.15] ἤδη δὲ τὸ μὲν προαναφερόμενον τοῦ ὡροσκοποῦντος ζῳδίου, ἐν τῷ φανερῷ ὄν, κακοῦ δαίμονός φασιν εἶναι, τὸ δὲ μετὰ τοῦτο, ἑπόμενον δὲ τῷ μεσουρανοῦντι, ἀγαθοῦ δαίμονος, τὸ δὲ προάγον τοῦ μεσουρανοῦντος κάτω μερίδα καὶ μονομοιρίαν καὶ θεόν, τὸ δὲ ἐρχόμενον ἐπὶ τὴν δύσιν ἀργὸν ζῴδιον καὶ ἀρχὴν θανάτου,