1.

[5.22] ζυγὸν δὲ λαγόνας, σκορπίον αἰδοῖον καὶ μήτραν, τοξότην μηρούς, αἰγόκερων γόνατα, ὑδρηχόον κνήμας, ἰχθύας δὲ πόδας. καὶ ταῦτα πάλιν οὐκ ἀσκόπως, ἀλλ' ἐπείπερ, ἐὰν ἔν τινι τούτων τῶν ζῳδίων γένηται τῶν κατὰ τὴν γένεσιν κακοποιῶν ἀστέρων τις, πήρωσιν τοῦ ὁμωνυμοῦντος ἀπεργάζεται μέρους.
Ταῦτα μὲν οὖν περὶ τῆς φύσεως τῶν ἐν τῷ ζῳδιακῷ κύκλῳ κεφαλαιωδέστερον ὑποδεδείχθω˙