[48] ἐρωτηθείς ποτε τίς μᾶλλον ἀγωνιᾷ, ἔφη, "ὁ τὰ μέγιστα βουλόμενος εὐημερεῖν." ἐρωτηθεὶς εἰ γήμαι - ἀναφέρεται γὰρ καὶ εἰς τοῦτον - ἔφη, "ἐὰν μὲν γήμῃς αἰσχράν, ἕξεις ποινήν˙ ἂν δὲ καλήν, ἕξεις κοινήν." τὸ γῆρας ἔλεγεν ὅρμον εἶναι κακῶν˙ εἰς αὐτὸ γοῦν πάντα καταφεύγειν. τὴν δόξαν ἐτῶν μητέρα εἶναι˙ τὸ κάλλος ἀλλότριον ἀγαθόν˙ τὸν πλοῦτον νεῦρα πραγμάτων. πρὸς τὸν τὰ χωρία κατεδηδοκότα, "τὸν μὲν Ἀμφιάραον," ἔφη, "ἡ γῆ κατέπιε, σὺ δὲ τὴν γῆν." μέγα κακὸν τὸ μὴ δύνασθαι φέρειν κακόν. κατεγίνωσκε δὲ καὶ τῶν τοὺς ἀνθρώπους κατακαόντων μὲν ὡς ἀναισθήτους, παρακαόντων δὲ ὡς αἰσθανομένους. [48] ἐρωτηθείς ποτε τίς μᾶλλον ἀγωνιᾷ, ἔφη, "ὁ τὰ μέγιστα βουλόμενος εὐημερεῖν." ἐρωτηθεὶς εἰ γήμαι - ἀναφέρεται γὰρ καὶ εἰς τοῦτον - ἔφη, "ἐὰν μὲν γήμῃς αἰσχράν, ἕξεις ποινήν˙ ἂν δὲ καλήν, ἕξεις κοινήν." τὸ γῆρας ἔλεγεν ὅρμον εἶναι κακῶν˙ εἰς αὐτὸ γοῦν πάντα καταφεύγειν. τὴν δόξαν 〈ἀρ〉ετῶν μητέρα εἶναι˙ τὸ κάλλος ἀλλότριον ἀγαθόν˙ τὸν πλοῦτον νεῦρα πραγμάτων. πρὸς τὸν τὰ χωρία κατεδηδοκότα, "τὸν μὲν Ἀμφιάραον," ἔφη, "ἡ γῆ κατέπιε, σὺ δὲ τὴν γῆν." μέγα κακὸν τὸ μὴ δύνασθαι φέρειν κακόν. κατεγίνωσκε δὲ καὶ τῶν τοὺς ἀνθρώπους κατακαόντων μὲν ὡς ἀναισθήτους, παρακαόντων δὲ ὡς αἰσθανομένους.

[48] Ἐρωτηθεὶς ποτε τίς μᾶλλον ἀγωνιᾷ, ἔφη, " Ὁ τὰ μέγιστα βουλόμενος εὐημερεῖν." Ἐρωτηθεὶς εἰ γήμαι (ἀναφέρεται γὰρ καὶ εἰς τοῦτον) ἔφη, [29110] " Ἐὰν μὲν γήμῃς αἰσχράν, ἕξεις ποινήν˙ ἂν δὲ καλήν, ἕξεις κοινήν."
Τὸ γῆρας ἔλεγεν ὅρμον εἶναι κακῶν˙ εἰς αὐτὸ γοῦν πάντα〈ς〉 καταφεύγειν. Τὴν δόξαν 〈ἀνιῶν ἀσχ〉έτων μητέρα εἶναι˙ τὸ κάλλος ἀλλότριον ἀγαθόν˙ τὸν πλοῦτον
[29115] νεῦρα πραγμάτων. Πρὸς τὸν τὰ χωρία κατεδηδοκότα, "Τὸν μὲν Ἀμφιάραον," ἔφη, "ἡ γῆ κατέπιε, σὺ δὲ τὴν γῆν." [2921] Μέγα κακὸν τὸ μὴ δύνασθαι φέρειν κακόν. Κατεγίνωσκε δὲ καὶ τῶν τοὺς νεκροὺς κατακαόντων μὲν ὡς ἀναισθήτους, παρακαόντων δὲ 〈αὐτοῖς〉 ὡς αἰσθανομένοις.