1.

[5.23] οὐκ ἄτοπον δὲ ἑξῆς διελθεῖν καὶ περὶ τῆς διαιρέσεως αὐτῶν. ἐπιστάσεως γὰρ οὔσης ὡς τῶν ζῳδίων μὴ κατ' ἰδίαν περιγραφὴν θεωρουμένων ἀλλὰ ἑπτὰ ἀστέρων διεσπαρμένων παρατηρήσει, ἐπῆλθεν αὐτοῖς εἰς δώδεκα μοίρας τὸν ὅλον καταδιελεῖν κύκλον.