1.

[5.26] ἐκ ταύτης τῆς ἀναφορᾶς, φημὶ δὲ τοῦ δωδεκατημορίου, τὸ τελευταῖον πέρας ἐσημειοῦντο ἀπὸ ἀστέρος τινὸς ἐπιφανοῦς κατ' αὐτὸ θεωρουμένου ἢ ἀπό τινος τῶν συνανατελλόντων βορειοτέρων ἢ νοτιωτέρων. τὸ δὲ αὐτὸ ἐποίουν καὶ ἐπὶ τῶν ἄλλων δωδεκατημορίων.
Ἀλλ' ἡ μὲν ἔφοδος καθ' ἣν εἰς τοσαύτας μοίρας τὸν ζῳδιακὸν καταδιαιροῦσι κύκλον, ἐστὶ τοιαύτη˙