1.

[5.29] Ἀλλὰ ταῦτα μὲν περὶ ζῳδίων˙ τῶν δὲ ἀστέρων ἐνίους μὲν ἀγαθοποιοὺς εἶναι λέγουσιν ἐνίους δὲ κακοποιοὺς τινὰς δὲ καὶ κοινούς, οἷον ἀγαθοποιοὺς μὲν τὸν τοῦ Διὸς καὶ τὸν Ἀφροδίτης, κακοποιοὺς δὲ τὸν τοῦ Ἄρεως καὶ Κρόνου, ἐπίκοινον δὲ τὸν τοῦ Ἑρμοῦ, ἐπείπερ μετὰ μὲν ἀγαθοποιῶν ἀγαθοποιὸς μετὰ δὲ κακοποιῶν κακοποιός.