1.

[5.30] ἄλλοι δὲ τοὺς αὐτοὺς ἀστέρας κατ' ἄλλην καὶ ἄλλην σχέσιν ὁτὲ μὲν ἀγαθοποιοὺς ὁτὲ δὲ κακοποιοὺς ὑπάρχειν νομίζουσιν. ἢ γὰρ πρὸς τὸ ζῴδιον ἢ πρὸς τοὺς τῶν ἄλλων ἀστέρων συσχηματισμοὺς οὔτε ὁ κακοποιὸς ἀστὴρ πάντως κακοποιός ἐστιν οὔτε ὁ ἀγαθοποιὸς πάντως ἀγαθοποιός ἐστιν.