1.

[5.31] πλὴν τῶν ἑπτὰ ἡγεῖσθαι μὲν τὸν ἥλιον καὶ τὴν σελήνην οἴονται, ἐλάττονα δὲ τούτων δύναμιν ἔχειν πρὸς τὰς τῶν ἀποτελεσμάτων ἐκβάσεις τοὺς λοιποὺς πέντε˙ παρ' ἣν αἰτίαν οἱ Αἰγύπτιοι βασιλεῖ μὲν καὶ δεξιῷ ὀφθαλμῷ ἀπεικάζουσι τὸν ἥλιον, βασιλίσσῃ δὲ καὶ ἀριστερῷ ὀφθαλμῷ τὴν σελήνην, ῥαβδοφόροις δὲ τοὺς πέντε ἀστέρας, τῷ δὲ λοιπῷ λαῷ τοὺς ἄλλους ἀπλανεῖς.