1.

[5.36] οἷον ἡλίου μὲν ὕψωμα κριός, καὶ πρὸς ἀκρίβειαν ἡ ἐννεακαιδεκάτη τούτου μοῖρα, ταπείνωμα δὲ τὸ διαμετροῦν ζῴδιον, σελήνης δὲ πάλιν ὕψωμα μὲν ταῦρος ταπείνωμα δὲ τὸ διαμετροῦν, Κρόνου ζυγός, Διὸς καρκίνος, Ἄρεως αἰγόκερως, Ἀφροδίτης ἰχθύες, Ἑρμοῦ παρθένος. καὶ ταπεινώματα τούτων, ὡς ἔφην, τὰ διαμετροῦντα τῶν ὑψωμάτων.