1.

[5.40] καὶ δοκεῖ κατὰ μὲν τρίγωνον ἀγαθοποιῷ κακοποιὸς συσχηματιζόμενος εὐεργετικὸς εἶναι καὶ πολὺ μᾶλλον ἀγαθοποιός, ἀγαθοποιῷ δὲ ἤπιος αὐτὸ μόνον, καὶ κακοποιὸς κακοποιῷ, κατὰ δὲ τὸ τετράγωνον ἀνάπαλιν. ἐπίκεντροι δὲ λέγονται οἱ ἐπί τινος τῶν κέντρων θεωρούμενοι, ἤτοι ἐπὶ τοῦ ὡροσκόπου ἢ τοῦ μεσουρανήματος ἢ δύσεως ἢ ἀντιμεσουρανήματος.