1.

[5.41] Ἀλλὰ γὰρ τούτων οὕτως ἡμῖν ὡς ἐν τύπῳ καὶ ὁλοσχερῶς ἐκκειμένων προληπτέον ὡς ἀπ' αὐτῶν ὁρμηθέντες οἱ Χαλδαῖοι τὰς προαγορεύσεις ποιοῦνται τῶν ἀποτελεσμάτων. διαφορὰ δὲ ἔστιν αὐτῶν, ἐπεὶ τὰ μὲν ἁπλούστερα καθειστήκει τὰ δὲ ἀκριβέστερα, καὶ ἁπλούστερα μὲν τὰ κατὰ ζῴδιον ἢ ἁπλῆν ἀστέρος δύναμιν γινόμενα, οἷον ὅτι ὅδε ὁ ἀστὴρ ἐν τῷδε τῷ ζῳδίῳ γενόμενος τοιούτους ποιεῖ,