1.

[5.43] Ὁ μὲν οὖν χαρακτὴρ τῆς Χαλδαϊκῆς μεθόδου τοιοῦτος ἔοικεν εἶναι˙ ῥᾴδιον δ' ἐστὶ λοιπὸν ἐπὶ παραδοθέντι τούτῳ συμπεριφέρεσθαι ταῖς κομιζομέναις ἀντιρρήσεσιν. καὶ δὴ ἔνιοι μὲν ἀγροικότερον πειρῶνται διδάσκειν ὡς οὐ πάντως συμπάσχει τοῖς οὐρανίοις τὰ ἐπίγεια˙