1.

[5.47] καὶ εἰ μὲν ἐν τοῖς κατ' ἀνάγκην, ἀνωφελεῖς εἰσιν ἐν τῷ βίῳ˙ τὸ γὰρ κατ' ἀνάγκην συμβαῖνον οὐκ ἔστιν ἐκκλῖναι, ἀλλ' ἐάν τε θέλωμεν ἐάν τε μὴ θέλωμεν, ἐκβῆναι δεῖ τὸ τοιοῦτο. τότε δ' ἂν χρειώδης ἐτύγχανεν ἡ πρόρρησις, εἰ πρὸς τὴν ἔκκλισιν αὐτοῦ τὴν ἀναφορὰν ἐλάμβανεν. εἰ δ' ἐν τοῖς τυχηροῖς, ἀδύνατόν τι ἐπαγγέλλονται˙ ἄστατα γὰρ τὰ τυχηρῶς γινόμενα, τῶν δὲ ἀστάτων καὶ ἄλλοτε ἄλλως ἐκβαινόντων οὐκ ἔστιν ἑστῶσαν ποιεῖσθαι τὴν προαγόρευσιν.