1.

[5.48] λείπεται οὖν ἐν τοῖς παρ' ἡμᾶς γιγνομένοις αὐτοὺς ποιεῖσθαι τὰς προρρήσεις. ὃ πάλιν ἀμήχανον˙ τὸ γὰρ ἐπ' ἐμοὶ κείμενον ἐκβῆναι ἢ μή, καὶ τὸ μὴ ἔχον ἀρχῆθεν προκαταβεβλημένην αἰτίαν, οὐκ ἂν δύναιτό τις προλέγειν. οὐκ ἄρα δυνατῆς ἐφίενται προρρήσεως οἱ Χαλδαῖοι.