1.

[5.55] λέγωμεν δὴ περὶ τοῦ πρώτου πρῶτον.
Τὴν δὴ γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πεσουμένων ἀρχαϊκώτερον ἤτοι ἀπὸ τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως λαμβάνουσιν ἢ ἀπὸ τῆς ἐκτέξεως. ἀλλ' ἀπὸ μὲν τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως οὐκ ἂν εἴποιεν˙ ἀκατάληπτος γάρ ἐστιν ὁ ἀκριβὴς ταύτης χρόνος.