1.

[5.58] οἱ δὲ τούτου ἀγνοοῦντες τὴν ποσότητα τοῦ χρόνου κατὰ τὸ ἀκριβὲς [Note:
0. Non mi sembra che la virgola sia qui fuori luogo, come invece sostiene Giusta 1962, 427; cfr. anche Theiler 1956, 283.
], Χαλδαῖοι τὴν σύλληψιν οὐδέποτε καταλήψονται. τοῦ 〈γὰρ〉 σπέρματος ὁτὲ μὲν εὐθυβολουμένου καὶ αὐτοῖς προσπίπτοντος ὑφ' ἓν τοῖς εὐφυῶς ἔχουσι πρὸς σύλληψιν τῆς μήτρας τόποις, ὁτὲ δὲ πολυσπόρως ἐμπίπτοντος, ὑπ' αὐτῆς δὲ τῆς ἐν τῇ μήτρᾳ δυνάμεως εἰς ἕνα τόπον συνάγεσθαι δυναμένου, τῶν ἀγνώστων ὑπάρχει τὸ πότε γίγνεται τὸ πρῶτον καὶ πότε τὸ δεύτερον, πόσος τε ὁ εἰς ἐκείνην τὴν σύλληψιν ἀναλισκόμενος χρόνος καὶ πόσος ὁ εἰς ταύτην.